- 텍스트

Euripides, The Trojan Women, choral, strophe 1

(에우리피데스, The Trojan Women, choral, strophe 1)

Ἑκάβη, τί θροεῖς·? τί δὲ θωΰσσεις· ποῖ λόγος ἥκει· διὰ γὰρ μελάθρων ἀιόν οἴκτους οὓς οἰκτίζῃ. διὰ δὲ στέρνων φόβος ἀίσσεν Τρῳάσιν, αἳ τῶνδ οἴκων εἴσω δουλείαν αἰάζουσιν. ὦ τέκν, Ἀργείων πρὸς ναῦς ἤδη . . . κινεῖται κωπήρης χείρ· οἲ ἐγώ, τί θέλους, ἦ πού μ ἤδη ναυσθλώσουσιν πατρίας ἐκ γᾶς· οὐκ οἶδ, εἰκάζω δ ἄταν. ἰὼ ἰώ. μέλεαι μόχθων ἐπακουσόμεναι Τρῳάδες, ἔξω κομίζεσθ οἴκων: στέλλους Ἀργεῖοι νόστον. αἶ, αἶ. μή νύν μοι τὰν ἐκβακχεύουσαν Κασάνδραν, αἰσχύναν Ἀργείοισιν, πέμψητ ἔξω, μαινάδ, ἐπ ἄλγει δ ἀλγυνθῶ. ἰώ. Τροία Τροία δύσταν, ἔρρεις, δύστανοι δ οἵ ς ἐκλείποντες καὶ ζῶντες καὶ δμαθέντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION