호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή:? ἐπάειρε δέρην: οὐκέτι Τροία τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἀνέχου. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, μηδὲ προσίστω πρῷραν βιότου πρὸς κῦμα πλέουσα τύχαισιν. αἰαῖ αἰαῖ. τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν, ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις· ὦ πολὺς ὄγκος συστελλόμενος προγόνων, ὡς οὐδὲν ἄρ ἦσθα. τί με χρὴ σιγᾶν· τί δὲ μὴ σιγᾶν· τί δὲ θρηνῆσαι· δύστηνος ἐγὼ τῆς βαρυδαίμονος ἄρθρων κλίσεως, ὡς διάκειμαι, νῶτ ἐν στερροῖς λέκτροισι ταθεῖς. οἴμοι κεφαλῆς, οἴμοι κροτάφων πλευρῶν θ, ὥς μοι πόθος εἱλίξαι καὶ διαδοῦναι νῶτον ἄκανθάν τ εἰς ἀμφοτέρους τοίχους, μελέων ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους. μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις ἄτας κελαδεῖν ἀχορεύτους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기