호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ᾧ δὲ τέμνειν σφάγια χρή ς, ἄκουέ μου.? ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ὃν Ἰλίου ποτ ἐξαναστήσας βάθρα σπουδὴν ἐπ ἄλλην Ἡρακλῆς ὁρμώμενος στῆσαί ς ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν ἔγγραψον ὁρ´κους τρίποδος ἐν κοίλῳ κύτει, κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, μνημεῖά θ ὁρ´κων μαρτύρημά θ Ἑλλάδι. ᾗ δ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς κρύψον παρ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν: φόβον γὰρ αὐτοῖς, ἤν ποτ ἔλθωσιν πόλιν, δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. τεμένη δ, ἵν αὐτῶν σώμαθ ἡγνίσθη πυρί, μέθες παρ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ: σοὶ μὲν τάδ εἶπον: παισὶ δ Ἀργείων λέγω: πορθήσεθ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, πατέρων θανόντων ἐκδικάζοντες φόνον, σύ τ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης νέος καταστάς, παῖς τ ἀπ Αἰτωλῶν μολὼν Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ. ἀλλ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν ἑπτάστολον πύργωμα Καδμείων ἔπι: πικροὶ γὰρ αὐτοῖς ἥξετ, ἐκτεθραμμένοι σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. κοὐκ ἔστιν ἄλλως: Ἔκγονοι δ ἀν Ἑλλάδα κληθέντες ᾠδὰς ὑστέροισι θήσετε: τοῖον στράτευμα σὺν θεῷ πορεύσετε. δέσποιν Ἀθάνα, πείσομαι λόγοισι σοῖς: σὺ γάρ μ ἀνορθοῖς, ὥστε μὴ ξαμαρτάνειν: καὶ τόνδ ἐν ὁρ´κοις ζεύξομαι: μόνον σύ με ἐς ὀρθὸν ἵστη: σοῦ γὰρ εὐμενοῦς πόλει οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기