- 텍스트

Euripides, Suppliants, episode, iambic

(에우리피데스, Suppliants, episode, iambic)

καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον θεοὶ ζῶντ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς:? τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ ἄν. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ἀλλ οἶσθ ὃ δρᾶσαι βούλομαι τούτων πέρι· οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ . . . . ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις· ναί: τοὺς δέ γ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας· αὐτοῦ παρ οἴκους τούσδε συμπήξας τάφον. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. ἡμῖν δέ γ οἵδε: στειχέτω δ ἄχθη νεκρῶν. ἴτ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. ἥκιστ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. πῶς· τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων· ὄλοιντ ἰδοῦσαι τούσδ ἂν ἠλλοιωμένους. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις· νικᾷς. μένειν χρὴ τλημόνως: λέγει γὰρ εὖ Θησεύς: ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατ ἀλλήλων φόνους τίθεσθε· παύσασθ, ἀλλὰ λήξαντες πόνων ἄστη φυλάσσεθ ἥσυχοι μεθ ἡσύχων. σμικρὸν τὸ χρῆμα τοῦ βίου: τοῦτον δὲ χρὴ ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION