- 텍스트

Euripides, Suppliants, episode, iambic 1:

(에우리피데스, Suppliants, episode, iambic 1:)

ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι ὀρθῶς ἔχους ἐς τόνδε, κἀπεφηνάμην γνώμην ὑφ οἱών ἐσφάλη βουλευμάτων:? ὁρῶ δὲ κἀγὼ ταῦθ ἅπερ με νουθετεῖς, ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ ἔθος τόδ εἰς Ἕλληνας ἐξελεξάμην, ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. τί γάρ μ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ὅθ ἡ τεκοῦσα χὑπερορρωδοῦς ἐμοῦ πρώτη κελεύεις τόνδ ὑποστῆναι πόνον· δράσω τάδ: εἶμι καὶ νεκροὺς ἐκλύσομαι λόγοισι πείθων: εἰ δὲ μή, βίᾳ δορὸς ἤδη τόδ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν. δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε. δόξει δ ἐμοῦ θέλοντος: ἀλλὰ τοῦ λόγου προσδοὺς ἔχοιμ ἂν δῆμον εὐμενέστερον. καὶ γὰρ κατέστης αὐτὸν ἐς μοναρχίαν ἐλευθερώσας τήνδ ἰσόψηφον πόλιν. λαβὼν δ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων ἐς πλῆθος ἀστῶν εἶμι: καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρ Ἀθηναίων κόρους ἥξω: παρ ὅπλοις θ ἥμενος πέμψω λόγους Κρέοντι νεκρῶν σώματ ἐξαιτούμενος. ἀλλ, ὦ γεραιαί, σέμν ἀφαιρεῖτε στέφη μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, φίλην προσάψας χεῖρα: τοῖς τεκοῦσι γὰρ δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων - κάλλιστον ἔρανον: δοὺς γὰρ ἀντιλάζυται παίδων παρ αὑτοῦ τοιάδ ἃν τοκεῦσι δῷ.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION