- 텍스트

Euripides, Suppliants, episode, iambic

(에우리피데스, Suppliants, episode, iambic)

μῆτερ, τί κλαίεις λέπτ ἐπ ὀμμάτων φάρη βαλοῦσα τῶν σῶν·? ἆρα δυστήνους γόους κλύουσα τῶνδε· κἀμὲ γὰρ διῆλθέ τι. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. αἰαῖ. τὰ τούτων οὐχὶ σοὶ στενακτέον. ὦ τλήμονες γυναῖκες. οὐ σὺ τῶνδ ἔφυς. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν· ὡς πολλά γ ἐστὶ κἀπὸ θηλειῶν σοφά. ἀλλ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. αἰσχρόν γ ἔλεξας, χρήστ ἔπη κρύπτειν φίλοις. οὔτοι σιωπῶς εἶτα μέμψομαί ποτε τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, οὐδ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν δείσας ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν. ἐγὼ δέ ς, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας: τἄλλ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ σφάλης. πρὸς τοῖσδε δ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν τολμηρὸν εἶναι, κάρτ ἂν εἶχον ἡσύχως: νῦν δ ἴσθι σοί τε τοῦθ ὅσην τιμὴν φέρει, κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν ἐς τήνδ ἀνάγκην σῇ καταστῆσαι χερί, νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος παῦσαι: τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις τοῦτ ἔσθ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν, πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, οὗ δ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης. μὴ δῆτ ἐμός γ ὤν, ὦ τέκνον, δράσῃς τάδε. ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη τοῖς κερτομοῦσι γοργὸν ὄμμ ἀναβλέπει σὴ πατρίς· ἐν γὰρ τοῖς πόνοισιν αὔξεται: αἱ δ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις προσωφελήσων, ὦ τέκνον, κεχρημέναις· ὡς οὔτε ταρβῶ σὺν δίκῃ ς ὁρμώμενον, Κάδμου θ ὁρῶσα λαὸν εὖ πεπραγότα, ἔτ αὐτὸν ἄλλα βλήματ ἐν κύβοις βαλεῖν πέποιθ: ὁ γὰρ θεὸς πάντ ἀναστρέφει πάλιν. ὦ φιλτάτη μοι, τῷδέ τ εἴρηκας καλῶς κἀμοί: διπλοῦν δὲ χάρμα γίγνεται τόδε. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι ὀρθῶς ἔχους ἐς τόνδε, κἀπεφηνάμην γνώμην ὑφ οἱών ἐσφάλη βουλευμάτων: ὁρῶ δὲ κἀγὼ ταῦθ ἅπερ με νουθετεῖς, ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ ἔθος τόδ εἰς Ἕλληνας ἐξελεξάμην, ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. τί γάρ μ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ὅθ ἡ τεκοῦσα χὑπερορρωδοῦς ἐμοῦ πρώτη κελεύεις τόνδ ὑποστῆναι πόνον· δράσω τάδ: εἶμι καὶ νεκροὺς ἐκλύσομαι λόγοισι πείθων: εἰ δὲ μή, βίᾳ δορὸς ἤδη τόδ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν. δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε. δόξει δ ἐμοῦ θέλοντος: ἀλλὰ τοῦ λόγου προσδοὺς ἔχοιμ ἂν δῆμον εὐμενέστερον. καὶ γὰρ κατέστης αὐτὸν ἐς μοναρχίαν ἐλευθερώσας τήνδ ἰσόψηφον πόλιν. λαβὼν δ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων ἐς πλῆθος ἀστῶν εἶμι: καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρ Ἀθηναίων κόρους ἥξω: παρ ὅπλοις θ ἥμενος πέμψω λόγους Κρέοντι νεκρῶν σώματ ἐξαιτούμενος. ἀλλ, ὦ γεραιαί, σέμν ἀφαιρεῖτε στέφη μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, φίλην προσάψας χεῖρα: τοῖς τεκοῦσι γὰρ δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων - κάλλιστον ἔρανον: δοὺς γὰρ ἀντιλάζυται παίδων παρ αὑτοῦ τοιάδ ἃν τοκεῦσι δῷ.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION