호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βᾶθι, τάλαιν, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα γώ, οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.? ἰώ μοι: λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς. πρός <σε> γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία: οἴκτισαι ἀμφὶ τέκνων μ ἱκέταν ἤ τιν ἀλάταν οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. μηδ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기