호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτοι δικαστήν <ς> εἱλόμην ἐμῶν κακῶν οὐδ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, ἀλλ ὡς ὀναίμην.? εἰ δὲ μὴ βούλῃ τάδε, στέργειν ἀνάγκη τοῖσι σοῖς: τί γὰρ πάθω· ἄγ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν Δήμητρα θέμεναι μάρτυρ ἡλίου τε φῶς, ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. . . . . . . . . ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ ἡμεῖς χθονὸς ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. τί δρᾷς· προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν· μὴ δῆτ: ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν ἔπτηξε χειμασθεῖσα: τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기