호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλοισι δὴ ’πόνησ’ ἁμιλληθεὶσ λόγῳ τοιῷδ’. ἔλεξε γάρ τισ ὡσ τὰ χείρονα πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· ἐγὼ δὲ τούτοισ ἀντίαν γνώμην ἔχω, πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖσ· εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει. αἰνῶ δ’ ὃσ ἡμῖν βίοτον ἐκ πεφυρμένου καὶ θηριώδουσ θεῶν διεσταθμήσατο, πρῶτον μὲν ἐνθεὶσ σύνεσιν, εἶτα δ’ ἄγγελον γλῶσσαν λόγων δούσ, ὥστε γιγνώσκειν ὄπα, τροφήν τε καρποῦ τῇ τροφῇ τ’ ἀπ’ οὐρανοῦ σταγόνασ ὑδρηλάσ, ὡσ τά γ’ ἐκ γαίασ τρέφῃ ἄρδῃ τε νηδύν· πρὸσ δὲ τοῖσι χείματοσ προβλήματ’, αἶθρον ἐξαμύνασθαι θεοῦ, πόντου τε ναυστολήμαθ’, ὡσ διαλλαγὰσ ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. ἃ δ’ ἔστ’ ἄσημα κοὐ σαφῶσ γιγνώσκομεν, ἐσ πῦρ βλέποντεσ καὶ κατὰ σπλάγχνων πτυχὰσ μάντεισ προσημαίνουσιν οἰωνῶν τ’ ἄπο. ἆρ’ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ δόντοσ τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; ἀλλ’ ἡ φρόνησισ τοῦ θεοῦ μεῖζον σθένειν ζητεῖ, τὸ γαῦρον δ’ ἐν φρεσὶν κεκτημένοι δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기