- 텍스트

Euripides, Suppliants, episode 2:

(에우리피데스, Suppliants, episode 2:)

ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.? ἀλλ, ὦ καθ Ἑλλάδ ἀλκιμώτατον κάρα, ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος: ὅμως δ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. σῶσον νεκρούς μοι, τἀμά τ οἰκτίρας κακὰ καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ἐλθεῖν δ ἔτλησαν δεῦρο καὶ ξένον πόδα θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, πρεσβεύματ οὐ Δήμητρος ἐς μυστήρια, ἀλλ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. σοφὸν δὲ πενίαν τ εἰσορᾶν τὸν ὄλβιον, πένητά τ εἰς τοὺς πλουσίους ἀποβλέπειν ζηλοῦνθ, ἵν αὐτὸν χρημάτων ἔρως ἔχῃ, τά τ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι. . . . . . . . . τόν θ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη χαίροντα τίκτειν: ἢν δὲ μὴ πάσχῃ τόδε, οὔτοι δύναιτ ἂν οἴκοθέν γ ἀτώμενος τέρπειν ἂν ἄλλους: οὐδὲ γὰρ δίκην ἔχει. τάχ οὖν ἂν εἴποις: Πελοπίαν παρεὶς χθόνα πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον· ἐγὼ δίκαιός εἰμ ἀφηγεῖσθαι τάδε. Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, τὰ δ ἄλλα μικρὰ κἀσθενῆ: πόλις δὲ σὴ μόνη δύναιτ ἂν τόνδ ὑποστῆναι πόνον: τά τ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν ἔχει σὲ ποιμέν ἐσθλόν: οὗ χρείᾳ πόλεις πολλαὶ διώλοντ, ἐνδεεῖς στρατηλάτου. κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, Θησεῦ, δι οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION