- 텍스트

Euripides, Suppliants, episode 1:

(에우리피데스, Suppliants, episode 1:)

ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.? τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων· οἶσθ ἣν στρατείαν ἐστράτευς ὀλεθρίαν. οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. ἐνταῦθ ἀπώλες ἄνδρας Ἀργείων ἄκρους. τοιαῦθ ὁ τλήμων πόλεμος ἐξεργάζεται. τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς· κἄπειτά γ οἱ κτανόντες οὐκ ἐῶσί με. τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν· τί δ· εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. ξύμβουλον οὖν μ ἐπῆλθες· ἢ τίνος χάριν· κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. τὸ δ Ἄργος ἡμῖν ποῦ στιν· ἢ κόμποι μάτην· σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ ἥκομεν. ἰδίᾳ δοκῆσάν σοι τόδ ἢ πάσῃ πόλει· πάντες <ς> ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. ἐκ τοῦ δ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους· δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. τῷ δ ἐξέδωκας παῖδας Ἀργείων σέθεν· οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας· Τυδεῖ <γε> Πολυνείκει τε τῷ Θηβαιγενεῖ. τίν εἰς ἔρωτα τῆσδε κηδείας μολών· Φοίβου μ ὑπῆλθε δυστόπαστ αἰνίγματα. τί δ εἶπ Ἀπόλλων παρθένοις κραίνων γάμον· κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ ἐμώ. σὺ δ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα· ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας - τίς καὶ τίς· εἰπέ: δύο γὰρ ἐξαυδᾷς ἅμα. Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θ ἅμα. ἦ τοῖσδ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν· μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ ὁρ´ους· Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. ὁ δ Οἰδίπου <τί>, τίνι τρόπῳ Θήβας λιπών· ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. σοφήν γ ἔλεξας τήνδ ἑκούσιον φυγήν. ἀλλ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. οὔ πού σφ ἀδελφὸς χρημάτων νοσφίζεται· ταύτῃ δικάζων ἦλθον: εἶτ ἀπωλόμην. μάντεις δ ἐπῆλθες ἐμπύρων τ εἶδες φλόγα· οἴμοι· διώκεις μ ᾗ μάλιστ ἐγὼ σφάλην. οὐκ ἦλθες, ὡς ἐοίκεν, εὐνοίᾳ θεῶν. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης· νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. εὐψυχίαν ἔσπευσας ἀντ εὐβουλίας.?

상위

Suppliants

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION