- 텍스트

Euripides, Rhesus, choral, antistrophe 1

(에우리피데스, Rhesus, choral, antistrophe 1)

ἔβα καὶ πάρος κατὰ πόλιν, ὕπαφρον ὄμμ ἔχων, ῥακοδύτῳ στολᾷ πυκασθείς, ξιφήρης κρύφιος ἐν πέπλοις.? βίον δ ἐπαιτῶν εἱρ῀π ἀγύρτης τις λάτρις, ψαφαρόχρουν κάρα πολυπινές τ ἔχων: πολλὰ δὲ τὰν βασιλίδ ἑστίαν Ἀτρειδᾶν κακῶς ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις. ὄλοιτ ὄλοιτο πανδίκως, πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν. - εἴτ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ ἔχει: Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται. - τί λάσκων· - δυσοίζων. - τί δρᾶσαι· τί ταρβεῖς· - καθ ἡμᾶς περᾶσαι . . . - τίν ἀνδρῶν· - οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.?

상위

Rhesus

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION