호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς ἀνδρῶν ὁ βάς·? τίς ὁ μέγα θρασὺς ἐπεύξεται χέρα φυγὼν ἐμάν· πόθεν νιν κυρήσω· τίνι προσεικάσω, ὅστις δι ὄρφνης ἦλθ ἀδειμάντῳ ποδὶ διά τε τάξεων καὶ φυλάκων ἕδρας· Θεσσαλὸς ἢ παραλίαν Λοκρῶν νεμόμενος πόλιν· ἢ νησιώτην σποράδα κέκτηται βίον· τίς ἦν· πόθεν· ποίας πάτρας· ποῖον δ εὔχεται τὸν ὕπατον θεῶν· - ἆρ ἔστ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε· εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι: τί μήν· - δοκεῖς γάρ· - τί μὴν οὔ· - θρασὺς γοῦν ἐς ἡμᾶς. - τίν ἀλκήν· τίν αἰνεῖς· - Ὀδυσσῆ. - μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기