호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω, Ἕκτορ, καθεύδεις·? οὐκ ἐγείρεσθαί σε χρῆν· ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι, ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες. θάρσει: φυλάσσει ς ἥδε πρευμενὴς Κύπρις. μέλει δ ὁ σός μοι πόλεμος, οὐδ ἀμνημονῶ τιμῆς, ἐπαινῶ δ εὖ παθοῦσα πρὸς σέθεν. καὶ νῦν ἐπ εὐτυχοῦντι Τρωικῷ στρατῷ ἥκω πορεύους ἄνδρα σοι μέγαν φίλον, τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς Μούσης: πατρὸς δὲ Στρυμόνος κικλήσκεται. αἰεί ποτ εὖ φρονοῦσα τυγχάνεις πόλει κἀμοί, μέγιστον δ ἐν βίῳ κειμήλιον κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει. ἥκω δ ἀκούσας οὐ τορῶς - φήμη δέ τις φύλαξιν ἐμπέπτωκεν - ὡς κατάσκοποι ἥκους Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει, ὃ δ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι: ὧν οὕνεκ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος. μηδὲν φοβηθῇς: οὐδὲν ἐν στρατῷ νέον: Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν. σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις τάξιν φυλάξων εἶμ ἐλεύθερος φόβου. χώρει: μέλειν γὰρ πάντ ἐμοὶ δόκει τὰ σά, ὥστ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν. γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν. ὑμᾶς δ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους, Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη. κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης, ἵπποι τ ἔχονται, πολέμιοι δ ᾐσθημένοι χωροῦς ἐφ ὑμᾶς: ἀλλ ὅσον τάχιστα χρὴ φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε σκηπτοῦ πιόντος πολεμίων σῷσαι βίον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기