- 텍스트

Euripides, Rhesus, episode 1:

(에우리피데스, Rhesus, episode 1:)

ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι, εἰ μὴ κτανεῖν σφῷν Ἕκτορ ἢ Πάριν θεὸς δίδωσιν·? ἄνδρα δ οὐ πέπυσθε σύμμαχον Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ. ὃς εἰ διοίσει νύκτα τήνδ ἐς αὔριον, οὔτε σφ Ἀχιλλεὺς οὔτ ἂν Αἰάντος δόρυ μὴ πάντα πέρσαι ναύσταθμ Ἀργείων σχέθοι, τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον. τοῦτον κατακτὰς πάντ ἔχεις. τὰς δ Ἕκτορος εὐνὰς ἐάσον καὶ καρατόμους σφαγάς: ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός. δέσποιν Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην τοῦ σοῦ συνήθη γῆρυν: ἐν πόνοισι γὰρ παροῦς ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε: τὸν ἄνδρα δ ἡμῖν, ποῦ κατηύνασται, φράσον: πόθεν τέτακται βαρβάρου στρατεύματος· ὅδ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ, ἀλλ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν Ἕκτωρ, ἑώς ἂν νὺξ ἀμείψηται φάος. πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ: στίλβουσι δ ὥστε ποταμίου κύκνου πτερόν. ταύτας, κτανόντες δεσπότην, κομίζετε, κάλλιστον οἴκοις σκῦλον: οὐ γὰρ ἔσθ ὅπου τοιόνδ ὄχημα χθὼν κέκευθε πωλικόν. Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών, ἢ μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν. ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ: τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός. χρὴ δ ἄνδρα τάσσειν οὗ μάλιστ ἂν ὠφελοῖ. καὶ μὴν καθ ἡμᾶς τόνδ Ἀλέξανδρον βλέπω στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον δόξας ἀσήμους πολεμίων μεμβλωκότων. πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται· μόνος: πρὸς εὐνὰς δ, ὡς ἐοίκεν, Ἕκτορος χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ. οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή· οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον. τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν. ἀλλ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς, τάχυν: ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις δοκοῦς ἀρωγὸς ἐν πόνοις παραστατεῖν, σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ ἀμείψομαι. καὶ ταῦτ ἐγὼ μὲν εἶπον: ὃν δὲ χρὴ παθεῖν, οὐκ οἶδεν οὐδ ἤκουσεν ἐγγὺς ὢν λόγου.?

상위

Rhesus

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION