호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίνος ἁ φυλακά·? τίς ἀμείβει τὰν ἐμάν· πρῶτα δύεται σημεῖα καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι: μέσα δ αἰετὸς οὐρανοῦ ποτᾶται. - ἔγρεσθε, τί μέλλετε· κοιτᾶν ἔγρεσθε πρὸς φυλακάν. οὐ λεύσσετε μηνάδος αἴγλαν· - ἀὼς δὴ πέλας, ἀὼς γίγνεται, καί τις προδρόμων ὅδε γ ἐστὶν ἀστήρ. - τίς ἐκηρύχθη πρώτην φυλακήν· - Μυγδόνος υἱόν φασι Κόροιβον. - τίς γὰρ ἐπ αὐτῷ· - Κίλικας Παίων στρατὸς ἤγειρεν, Μυσοὶ δ ἡμᾶς. - οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν βάντας ἐγείρειν καιρὸς κλήρου κατὰ μοῖραν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기