- 텍스트

Euripides, Rhesus, episode, iambic 2:

(에우리피데스, Rhesus, episode, iambic 2:)

μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.? εἰ δ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον, τάξον μ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα. οὐκ ἔστ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ. καὶ μὴν λόγος γ ἦν ὡς ἔπλευς ἐπ Ἴλιον. ἔπλευσε καὶ πάρεστιν: ἀλλὰ μηνίων στρατηλάταισιν οὐ συναίρεται δόρυ. τίς δὴ μετ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ· Αἰάς ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ χὡ Τυδέως παῖς: ἔστι δ αἱμυλώτατον κρότημ Ὀδυσσεύς, λῆμά τ ἀρκούντως θρασὺς καὶ πλεῖστα χώραν τήνδ ἀνὴρ καθυβρίσας: ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν κλέψας ἄγαλμα ναῦς ἐπ Ἀργείων φέρει. ἤδη δ ἀγύρτης πτωχικὴν ἔχων στολὴν ἐσῆλθε πύργους, πολλὰ δ Ἀργείοις κακὰ ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος: κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν ἐξῆλθεν: αἰεὶ δ ἐν λόχοις εὑρίσκεται Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας θάσσων: κακῷ δὲ μερμέρῳ παλαίομεν. οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ κτεῖναι τὸν ἐχθρόν, ἀλλ ἰὼν κατὰ στόμα. τοῦτον δ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ πυλῶν ἐπ ἐξόδοισιν ἀμπείρας ῥάχιν στήσω πετεινοῖς γυψὶ θοινατήριον. λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ. νῦν μὲν καταυλίσθητε: καὶ γὰρ εὐφρόνη. δείξω δ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα. ξύνθημα δ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ: μέμνης ἀκούσας, Θρῃκί τ ἄγγειλον στρατῷ. ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον δέχθαι Δόλωνα: καὶ γάρ, εἴπερ ἐστὶ σῶς, ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION