호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας πρᾶξαι παρέξω - σὺν δ Ἀδραστείᾳ λέγω - ἐπειδἂν ἐχθρῶν τήνδ ἐλευθέραν πόλιν θῶμεν θεοῖσί τ ἀκροθίνι ἐξέλῃς, ξὺν σοὶ στρατεύειν γῆν ἐπ Ἀργείων θέλω καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ ἐκπέρσαι δορί, ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.? ἀλλ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας εἴτ ἐν μέσοισι συμμάχοις πάρεστί σοι πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν. εἰ τοῦ παρόντος τοῦδ ἀπαλλαχθεὶς κακοῦ πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ ἀσφαλῆ, ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν. τὰ δ ἀμφί τ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος οὐχ ὧδε πορθεῖν ῥᾴδι, ὡς λέγεις, δορί. οὐ τούσδ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν· κοὐ μεμφόμεσθά γ, ἀλλ ἄδην ἐλαύνομεν. οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα· μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει. ἀρκεῖν ἐοίκέ σοι παθεῖν, δρᾶσαι δὲ μή. πολλῆς γὰρ ἄρχω κἀνθάδ ὢν τυραννίδος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기