- 텍스트

Euripides, Rhesus, episode, iambics 1:

(에우리피데스, Rhesus, episode, iambics 1:)

τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ ἀνήρ.? ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ ἀπὼν χθονὸς λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην: ἀλλ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς, μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν ξυνῆψε πόλεμον: Εὐξένου δ ἀφικόμην πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν. ἔνθ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος. τοιάδε τοί μ ἀπεῖργε συμφορὰ πέδον Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν. ἐπεὶ δ ἔπερσα, τῶνδ ὁμηρεύσας τέκνα τάξας <τ> ἔτειον δασμὸν ἐς δόμους φέρειν, ἥκω περάσας ναυσὶ πόντιον στόμα, τὰ δ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα - οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας, οὐδ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος, ἀλλ οἱᾶ πόντον Θρῄκιον φυσήματα κρυσταλλόπηκτα Παιόνας τ ἐπεζάρει, ξὺν τοῖσδ ἀύπνος οἶδα τλὰς πορπάμασιν. ἀλλ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ ὅμως: σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος κοὐδὲν περαίνεις, ἡμέραν δ ἐξ ἡμέρας πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη: ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν κτεῖναί τ Ἀχαιούς: θατέρᾳ δ ἀπ Ἰλίου πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους, ὑμῶν δὲ μή τις ἀσπίδ ἄρηται χερί: ἐγὼ γὰρ ἕξω τοὺς μέγ αὐχοῦντας δορὶ πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION