호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαῖρ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς, Ἕκτορ:? παλαιᾷ ς ἡμέρᾳ προσεννέπω. χαίρω δέ ς εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρῶν: συγκατασκάψων δ ἐγὼ τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη. παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ ἀνήρ. πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ ἐλθόντα, καὶ μὴ τοὐπί ς Ἀργείων ὕπο Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί. οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις οὐκ ἦλθες οὐδ ἤμυνας οὐδ ἐπεστράφης. τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν ἐλθοῦς ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει· ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν· σὺ δ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος. καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν Θρῃκῶν ἄνακτα τῇδ ἔθηκ ἐγὼ χερί, ὅτ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν παρέσχον: ὧν σὺ λακτίσας πολλὴν χάριν, φίλων νοσούντων ὕστερος βοηδρομεῖς. οἱ δ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες, πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, οἳ δ ἔν θ ὅπλοισι καὶ παρ ἱππείοις ὄχοις ψυχρὰν ἀήσιν δίψιόν τε πῦρ θεοῦ μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι. ταῦθ, ὡς ἂν εἰδῇς Ἕκτορ ὄντ ἐλεύθερον, καὶ μέμφομαί σοι καὶ λέγω κατ ὄμμα σόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기