호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαῖρ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς, Ἕκτορ:? παλαιᾷ ς ἡμέρᾳ προσεννέπω. χαίρω δέ ς εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρῶν: συγκατασκάψων δ ἐγὼ τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη. παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ ἀνήρ. πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ ἐλθόντα, καὶ μὴ τοὐπί ς Ἀργείων ὕπο Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί. οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις οὐκ ἦλθες οὐδ ἤμυνας οὐδ ἐπεστράφης. τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν ἐλθοῦς ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει· ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν· σὺ δ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος. καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν Θρῃκῶν ἄνακτα τῇδ ἔθηκ ἐγὼ χερί, ὅτ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν παρέσχον: ὧν σὺ λακτίσας πολλὴν χάριν, φίλων νοσούντων ὕστερος βοηδρομεῖς. οἱ δ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες, πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, οἳ δ ἔν θ ὅπλοισι καὶ παρ ἱππείοις ὄχοις ψυχρὰν ἀήσιν δίψιόν τε πῦρ θεοῦ μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι. ταῦθ, ὡς ἂν εἰδῇς Ἕκτορ ὄντ ἐλεύθερον, καὶ μέμφομαί σοι καὶ λέγω κατ ὄμμα σόν. τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ ἀνήρ. ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ ἀπὼν χθονὸς λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην: ἀλλ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς, μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν ξυνῆψε πόλεμον: Εὐξένου δ ἀφικόμην πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν. ἔνθ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος. τοιάδε τοί μ ἀπεῖργε συμφορὰ πέδον Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν. ἐπεὶ δ ἔπερσα, τῶνδ ὁμηρεύσας τέκνα τάξας <τ> ἔτειον δασμὸν ἐς δόμους φέρειν, ἥκω περάσας ναυσὶ πόντιον στόμα, τὰ δ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα - οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας, οὐδ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος, ἀλλ οἱᾶ πόντον Θρῄκιον φυσήματα κρυσταλλόπηκτα Παιόνας τ ἐπεζάρει, ξὺν τοῖσδ ἀύπνος οἶδα τλὰς πορπάμασιν. ἀλλ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ ὅμως: σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος κοὐδὲν περαίνεις, ἡμέραν δ ἐξ ἡμέρας πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη: ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν κτεῖναί τ Ἀχαιούς: θατέρᾳ δ ἀπ Ἰλίου πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους, ὑμῶν δὲ μή τις ἀσπίδ ἄρηται χερί: ἐγὼ γὰρ ἕξω τοὺς μέγ αὐχοῦντας δορὶ πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기