- 텍스트

Euripides, Rhesus, episode 3:

(에우리피데스, Rhesus, episode 3:)

πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.? ἀλλ οὐδὲν αὐτῶν δεόμεθ, οἵτινες πάλαι μὴ ξυμπονοῦσιν, ἡνίκ ἐξώστης Ἄρης ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων. Ῥῆσος δ ἔδειξεν οἱο῀ς ἦν Τροίᾳ φίλος: ἥκει γὰρ ἐς δαῖτ, οὐ παρὼν κυνηγέταις αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί. ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις: δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν. ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι. πέποιθας ἤδη πολεμίους ᾑρηκέναι· πέποιθα: δείξει τοὐπιὸν σέλας θεοῦ. ὁρ´α τὸ μέλλον: πόλλ ἀναστρέφει θεός. μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν. ὃ δ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων: χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο. ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον. φόβος γένοιτ ἂν πολεμίοις ὀφθεὶς μόνον. σύ τ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς. ὁ χρυσοτευχὴς δ οὕνεκ ἀγγέλου λόγων Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION