호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πάντ ἀκούσας ὧν ἐφιέμην μαθεῖν, ἔστην:? ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα ἑστῶτ ἐν ἵπποις Θρῃκίοις τ ὀχήμασι. χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων. πέλτη δ ἐπ ὤμων χρυσοκολλήτοις τύποις ἔλαμπε: Γοργὼν δ ὡς ἐπ αἰγίδος θεᾶς χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον. στρατοῦ δὲ πλῆθος οὐδ ἂν ἐν ψήφου λόγῳ θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν, πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη, πολλοὶ δ ἀτράκτων τοξόται, πολὺς δ ὄχλος γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν. τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ ἀνήρ, ὃν οὔτε φεύγων οὔθ ὑποσταθεὶς δορὶ ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται. ὅταν πολίταις εὐσταθῶσι δαίμονες, ἑρ´πει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기