호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στείχοιμ ἄν:? ἐλθὼν <δ> ἐς δόμους ἐφέστιος σκευῇ πρεπόντως σῶμ ἐμὸν καθάψομαι, κἀκεῖθεν ἥσω ναῦς ἐπ Ἀργείων πόδα. ἐπεὶ τίν ἄλλην ἀντὶ τῆσδ ἕξεις στολήν· πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι. σοφοῦ παρ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν: λέξον, τίς ἔσται τοῦδε σώματος σαγή· λύκειον ἀμφὶ νῶτ ἐνάψομαι δορὰν καὶ χάσμα θηρὸς ἀμφ ἐμῷ θήσω κάρᾳ, βάσιν τε χερσὶ προσθίαν καθαρμόσας καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι λύκου κέλευθον πολεμίοις δυσεύρετον, τάφροις πελάζων καὶ νεῶν προβλήμασιν. ὅταν δ ἔρημον χῶρον ἐμβαίνω ποδί, δίβαμος εἶμι: τῇδε σύγκειται δόλος. ἀλλ εὖ ς ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ. ἔχεις δὲ τοὔργον: εὐτυχεῖν μόνον σε δεῖ. σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως οἴσω κάρα σοι - σύμβολον δ ἔχων σαφὲς φήσεις Δόλωνα ναῦς ἐπ Ἀργείων μολεῖν - ἢ παῖδα Τυδέως: οὐδ ἀναιμάκτῳ χερὶ ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기