호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅδ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς στείχει, νέον τι πρᾶγμ ἔχων φίλοις φράσαι.? Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ νυκτηγοροῦσι καὶ κεκίνηται: στρατός· Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. τί δ ἔστι· μῶν τις πολεμίων ἀγγέλλεται δόλος κρυφαῖος ἑστάναι κατ εὐφρόνην· φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν. τί τοῦδ ἂν εἴποις ἀσφαλὲς τεκμήριον· αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός: καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον, ἀλλ ἐκκέαντες πύρς ἐπ εὐσέλμων νεῶν φυγῇ πρὸς οἴκους τῆσδ ἀφορμήσειν χθονός. σὺ δ ὡς τί δράσων πρὸς τάδ ὁπλίζῃ χέρας· φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν λόγχῃ καθέξω κἀπικείσομαι βαρύς: αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος πολεμίους ἄνευ μάχης φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά. εἴθ ἦσθ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί. ἀλλ οὐ γὰρ αὑτὸς πάντ ἐπίστασθαι βροτῶν πέφυκεν: ἄλλῳ δ ἄλλο πρόσκειται γέρας, σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς: ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει. καίτοι περάσας κοῖλον αὐλώνων βάθος, εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ, νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν: πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός· πῶς δ αὖ γεφύρας διαβαλοῦς ἱππηλάται, ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας· νικῶν δ ἔφεδρον παῖδ ἔχεις τὸν Πηλέως, ὅς ς οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα, οὐδ ὧδ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι. αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί. ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ ἀσπίδας εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων, κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ, πέμπειν δοκεῖ μοι: κἂν μὲν αἴρωνται φυγήν, στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ: εἰ δ ἐς δόλον τιν ἥδ ἄγει φρυκτωρία, μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου βουλευσόμεσθα: τήνδ ἔχω γνώμην, ἄναξ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기