호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις λιποῦς ἄπειμι πατρίδος ἀποπρὸ γαίας ἀπαρθένευτ ἀλωμένα.? φεῦ τὸ χρήσιμον φρενῶν ἐς πατρός γε συμφορὰς εὐκλεᾶ με θήσει: τάλαιν ἐγὼ <σῶν> συγγόνου θ ὑβρισμάτων, ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, σκότια γᾷ καλύψω. πρὸς ἥλικας φάνηθι σάς. ἅλις ὀδυρμάτων ἐμῶν. σὺ δ ἀμφὶ βωμίους λιτὰς - κόρον ἔχους ἐμῶν κακῶν. ἴθ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς ἄβατος ὄρεσι μαινάδων. Καδμείαν ᾧ νεβρίδα στολιδωσαμένα ποτ ἐγὼ Σεμέλας θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기