호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴθ ἐς φυγὰν τάλαιναν:? ὄρεγε χέρα φίλαν, πάτερ γεραιέ, πομπίμαν ἔχων ἔμ ὥστε ναυσίπομπον αὔραν. <ἰδοὺ> ἰδού, πορεύομαι: τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. γενόμεθα γενόμεθ, ἄθλιαί γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. πόθι γεραιὸν ἴχνος τίθημι· βάκτρα πρόσφερ, ὦ τέκνον. τᾷδε τᾷδε βᾶθί μοι, τᾷδε τᾷδε πόδα τιθείς, ὥστ ὄνειρον ἰσχύν. ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς ἐλαύνων τὸν γέροντά μ ἐκ πάτρας. ἰὼ ἰώ, δεινὰ δείν ἐγὼ τλάς. τί τλάς· τί τλάς· οὐχ ὁρᾷ Δίκα κακούς, οὐδ ἀμείβεται βροτῶν ἀσυνεσίας. ὅδ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- λίνικον οὐράνιον ἔβαν <μειξο>παρθένου κόρας αἴνιγμ ἀσύνετον εὑρών. Σφιγγὸς ἀναφέρεις ὄνειδος. ἄπαγε τὰ πάρος εὐτυχήματ αὐδῶν. τάδε ς ἐπέμενε μέλεα πάθεα φυγάδα πατρίδος ἄπο γενόμενον, ὦ πάτερ, θανεῖν που.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기