호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σοί τ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ἐγὼ δὲ ναίειν ς οὐκ ἐάσαιμ ἂν χθόνα.? νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν ἤδη κομίζειν, τόνδε δ, ὃς πέρσων πόλιν πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν ἐκβάλετ ἄθαπτον τῆσδ ὁρ´ων ἔξω χθονός. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε: ὃς ἂν νεκρὸν τόνδ ἢ καταστέφων ἁλῷ ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. ἐᾶν δ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν. σὺ δ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν μένους, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. ὦ πάτερ, ἐν οἱοίς κείμεθ ἄθλιοι κακοῖς. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον: οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ οὐ βαρύ, ἀλλ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ ς ἐρωτῶ τὸν νεωστὶ κοίρανον: τί τόνδ ὑβρίζεις πατέρ ἀποστέλλων χθονός· τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ· Ἐτεοκλέους βουλεύματ, οὐχ ἡμῶν, τάδε. ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. πῶς· τἀντεταλμέν οὐ δίκαιον ἐκπονεῖν· οὔκ, ἢν πονηρά γ ᾖ κακῶς τ εἰρημένα. τί δ· οὐ δικαίως ὅδε κυσὶν δοθήσεται· οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς· ἄταφος ὅδ ἁνήρ, ὡς μάθῃς, γενήσεται. ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. σαυτὴν ἄρ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. ἀλλ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. λάζυσθε τήνδε κἀς δόμους κομίζετε. οὐ δῆτ, ἐπεὶ τοῦδ οὐ μεθήσομαι νεκροῦ. ἔκριν ὁ δαίμων, παρθέν, οὐχ ἃ σοὶ δοκεῖ. κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. ὡς οὔτις ἀμφὶ τῷδ ὑγρὰν θήσει κόνιν. ναὶ πρός σε τῆσδε μητρὸς Ιὀκάστης, Κρέον. μάταια μοχθεῖς: οὐ γὰρ ἂν τύχοις τάδε. σὺ δ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ ἐά. ἓν τοῦτ ἂν εἰή τῶν ἀπορρήτων πόλει. ἀλλ ἀμφὶ τραύματ ἄγρια τελαμῶνας βαλεῖν. οὐκ ἔσθ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. ὦ φίλτατ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기