호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις τόδ ἦμαρ:? εἰή δ εὐτυχέστερος βίος. οἴκτων μὲν ἤδη λήγεθ, ὡς ὡρ´α τάφου μνήμην τίθεσθαι: τόνδε δ, Οἰδίπου, λόγον ἄκουσον: ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. οὐκ οὖν ς ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι: σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ἀλλ ἐκκομίζου. καὶ τάδ οὐχ ὕβρει λέγω οὐδ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. ὦ μοῖρ, ἀπ ἀρχῆς ὥς μ ἔφυσας ἄθλιον καὶ τλήμον, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ: ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ἄγονον Ἀπόλλων Λαΐῳ μ ἐθέσπισεν φονέα γενέσθαι πατρός: ὦ τάλας ἐγώ. ἐπεὶ δ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ κτείνει με νομίσας πολέμιον πεφυκέναι: χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ: πέμπει δέ με μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν: οὗ σῳζόμεσθα - Ταρτάρου γὰρ ὤφελεν ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ὅς μ οὐ διώλες, ἀλλὰ . . . . . . . . . . . δουλεῦσαί τέ μοι δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. κτανὼν δ ἐμαυτοῦ πατέρ ὁ δυσδαίμων ἐγὼ ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, παῖδάς τ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ ἐγὼ ὥστ εἰς ἔμ ὄμματ ἔς τ ἐμῶν παίδων βίον ἄνευ θεῶν του ταῦτ ἐμηχανησάμην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기