- 텍스트

Euripides, Phoenissae, episode, iambic

(에우리피데스, Phoenissae, episode, iambic)

πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις τόδ ἦμαρ:? εἰή δ εὐτυχέστερος βίος. οἴκτων μὲν ἤδη λήγεθ, ὡς ὡρ´α τάφου μνήμην τίθεσθαι: τόνδε δ, Οἰδίπου, λόγον ἄκουσον: ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. οὐκ οὖν ς ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι: σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ἀλλ ἐκκομίζου. καὶ τάδ οὐχ ὕβρει λέγω οὐδ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. ὦ μοῖρ, ἀπ ἀρχῆς ὥς μ ἔφυσας ἄθλιον καὶ τλήμον, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ: ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ἄγονον Ἀπόλλων Λαΐῳ μ ἐθέσπισεν φονέα γενέσθαι πατρός: ὦ τάλας ἐγώ. ἐπεὶ δ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ κτείνει με νομίσας πολέμιον πεφυκέναι: χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ: πέμπει δέ με μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν: οὗ σῳζόμεσθα - Ταρτάρου γὰρ ὤφελεν ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ὅς μ οὐ διώλες, ἀλλὰ . . . . . . . . . . . δουλεῦσαί τέ μοι δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. κτανὼν δ ἐμαυτοῦ πατέρ ὁ δυσδαίμων ἐγὼ ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, παῖδάς τ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ ἐγὼ ὥστ εἰς ἔμ ὄμματ ἔς τ ἐμῶν παίδων βίον ἄνευ θεῶν του ταῦτ ἐμηχανησάμην. εἰε῟ν:

τί δράσω δῆθ ὁ δυσδαίμων ἐγώ· τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ· ἥδ ἡ θανοῦσα· ζῶσά γ ἂν σάφ οἶδ ὅτι. ἀλλ εὔτεκνος ξυνωρίς· ἀλλ οὐκ ἔστι μοι. ἀλλ ἔτι νεάζων αὐτὸς εὑρ´οιμ ἂν βίον· πόθεν· τί μ ἄρδην ὧδ ἀποκτείνεις, Κρέον· ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. οὐ μὴν ἑλίξας γ ἀμφὶ σὸν χεῖρας γόνυ κακὸς φανοῦμαι: τὸ γὰρ ἐμόν ποτ εὐγενὲς οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς. σοί τ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ἐγὼ δὲ ναίειν ς οὐκ ἐάσαιμ ἂν χθόνα.

νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν ἤδη κομίζειν, τόνδε δ, ὃς πέρσων πόλιν πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν ἐκβάλετ ἄθαπτον τῆσδ ὁρ´ων ἔξω χθονός. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε: ὃς ἂν νεκρὸν τόνδ ἢ καταστέφων ἁλῷ ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. ἐᾶν δ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν. σὺ δ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν μένους, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. ὦ πάτερ, ἐν οἱοίς κείμεθ ἄθλιοι κακοῖς. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον: οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ οὐ βαρύ, ἀλλ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ ς ἐρωτῶ τὸν νεωστὶ κοίρανον: τί τόνδ ὑβρίζεις πατέρ ἀποστέλλων χθονός· τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ· Ἐτεοκλέους βουλεύματ, οὐχ ἡμῶν, τάδε. ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. πῶς· τἀντεταλμέν οὐ δίκαιον ἐκπονεῖν· οὔκ, ἢν πονηρά γ ᾖ κακῶς τ εἰρημένα. τί δ· οὐ δικαίως ὅδε κυσὶν δοθήσεται· οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς· ἄταφος ὅδ ἁνήρ, ὡς μάθῃς, γενήσεται. ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. σαυτὴν ἄρ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. ἀλλ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. λάζυσθε τήνδε κἀς δόμους κομίζετε. οὐ δῆτ, ἐπεὶ τοῦδ οὐ μεθήσομαι νεκροῦ. ἔκριν ὁ δαίμων, παρθέν, οὐχ ἃ σοὶ δοκεῖ. κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. ὡς οὔτις ἀμφὶ τῷδ ὑγρὰν θήσει κόνιν. ναὶ πρός σε τῆσδε μητρὸς Ιὀκάστης, Κρέον. μάταια μοχθεῖς: οὐ γὰρ ἂν τύχοις τάδε. σὺ δ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ ἐά. ἓν τοῦτ ἂν εἰή τῶν ἀπορρήτων πόλει. ἀλλ ἀμφὶ τραύματ ἄγρια τελαμῶνας βαλεῖν. οὐκ ἔσθ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. ὦ φίλτατ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι. οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.

ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε· πολλή ς ἀνάγκη: ποῖ γὰρ ἐκφεύξῃ λέχος· νὺξ ἆρ ἐκείνη Δαναΐδων μ ἕξει μίαν. εἶδες τὸ τόλμημ οἱο῀ν ἐξωνείδισεν· ἴστω σίδηρος ὁρ´κιόν τέ μοι ξίφος. τί δ ἐκπροθυμῇ τῶνδ ἀπηλλάχθαι γάμων· συμφεύξομαι τῷδ ἀθλιωτάτῳ πατρί. γενναιότης σοι, μωρία δ ἔνεστί τις. καὶ ξυνθανοῦμαί γ, ὡς μάθῃς περαιτέρω. ἴθ, οὐ φονεύσεις παῖδ ἐμόν, λίπε χθόνα. ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας. ἀλλ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ· μέν εὐτυχοῦσα, τἄμ ἐγὼ στέρξω κακά. καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ· πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ. ὁ δ Οἰδίπους ποῦ καὶ τὰ κλείν αἰνίγματα· ὄλωλ: ἓν ἦμάρ μ ὤλβις, ἓν δ ἀπώλεσεν. οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν· αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί. οὔ, σωφρονούσῃ γ, ἀλλὰ γενναία, πάτερ. προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. ὦ μῆτερ, ὦ ξυνάορ ἀθλιωτάτη. οἰκτρὰ πρόκειται, πάντ ἔχους ὁμοῦ κακά. Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ· τώδ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. πρόσθες τυφλὴν χεῖρ ἐπὶ πρόσωπα δυστυχῆ. ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. ὦ φίλα πεσήματ ἄθλι ἀθλίου πατρός. ὦ φίλτατον δῆτ ὄνομα Πολυνείκους ἐμοί. νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. ὁ ποῖος· ἀλλ ἦ πρὸς κακοῖς ἐρεῖς κακά· ἐν ταῖς Ἀθήναις κατθανεῖν μ ἀλώμενον. ποῦ· τίς σε πύργος Ἀτθίδος προσδέξεται· ἱερὸς Κολωνός, δώμαθ ἱππίου θεοῦ. ἀλλ εἰᾶ, τυφλῷ τῷδ ὑπηρέτει πατρί, ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION