- 텍스트

Euripides, Phoenissae, episode, lyric 3:

(에우리피데스, Phoenissae, episode, lyric 3:)

οὐκ ἐπ ὀνείδεσιν οὐδ ἐπιχάρμασιν, ἀλλ ὀδύναισι λέγω:? σὸς ἀλάστωρ ξίφεσιν βρίθων καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ὦ πάτερ, ὤ μοι. αἰαῖ. τί τάδε καταστένεις, τέκνα. δι ὀδύνας ἔβας: εἰ δὲ τέθριππά γ ἔθ ἁρ´ματα λεύσσων ἀελίου τάδε σώματα νεκρῶν ὄμματος αὐγαῖς σαῖς ἐπενώμας - τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν: ἁ δὲ τάλαιν ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ· δάκρυα γοερὰ φανερὰ πᾶσι τιθεμένα, τέκεσι μαστὸν ἔφερεν ἔφερεν ἱκέτις ἱκέτιν ὀρομένα. ηὑρ῀ε δ ἐν Ἠλέκτραισι πύλαις τέκνα λωτοτρόφον κατὰ λείμακα λόγχαις, κοινὸν ἐνυάλιον, μάτηρ, ὥστε λέοντας ἐναύλους, μαρναμένους ἐπὶ τραύμασιν, αἵματος ἤδη ψυχρὰν λοιβὰν φονίαν, ἃν ἔλαχ Αἵδας, ὤπασε δ Ἄρης: χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπες ἀμφὶ τέκνοισι. πάντα δ ἐν ἄματι τῷδε συνάγαγεν, ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς τάδε τελευτᾷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION