- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

οὐ προκαλυπτομένα βοτρυχώδεος ἁβρὰ παρηίδος οὐδ ὑπὸ παρθενί- ας τὸν ὑπὸ βλεφάροις φοίνικ, ἐρύθημα προσώπου, αἰδομένα φέρομαι βάκχα νεκύ- ων, κράδεμνα δικοῦσα κόμας ἀπ ἐ- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ἁγεμόνευμα νεκροῖσι πολύστονον.? αἰαῖ, ἰώ μοι. ὦ Πολύνεικες, ἔφυς ἄρ ἐπώνυμος: ὤμοι μοι, Θῆβαι: σὰ δ ἔρις - οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος - Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖς αἵματι δεινῷ, αἵματι λυγρῷ. τίνα προσῳδὸν ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ἀγκαλέσωμαι, τρισσὰ φέρουσα τάδ αἵματα σύγγονα, ματέρα καὶ τέκνα, χάρματ Ἐρινύος· ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, τᾶς ἀγρίας ὅτε δυσξυνέτου ξυνετὸν μέλος ἔγνω Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι, πάτερ, τίς Ἑλλὰς ἢ βάρβαρος ἢ τῶν προπάροιθ εὐγενετᾶν ἕτερος ἔτλα κακῶν τοσῶνδ αἵματος ἁμερίου τοιάδ ἄχεα φανερά· τάλαιν, ὡς ἐλελίζει - τίς ἄρ ὄρνις, ἢ δρυὸς ἢ ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, μονομάτορσιν ὀδυρμοῖς ἐμοῖς ἄχεσι συνῳδός· αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω μονάδ αἰ- ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν ἰαχήσω. τίν ἐπὶ πρῶτον ἀπὸ χαί- τας σπαραγμοῖς ἀπαρχὰς βάλω· ματρὸς ἐμᾶς ἢ διδύμοι- σι γάλακτος παρὰ μαστοῖς ἢ πρὸς ἀδελ- φῶν οὐλόμεν αἰκίσματα νεκρῶν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION