- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

οὐ προκαλυπτομένα βοτρυχώδεος ἁβρὰ παρηίδος οὐδ ὑπὸ παρθενί- ας τὸν ὑπὸ βλεφάροις φοίνικ, ἐρύθημα προσώπου, αἰδομένα φέρομαι βάκχα νεκύ- ων, κράδεμνα δικοῦσα κόμας ἀπ ἐ- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ἁγεμόνευμα νεκροῖσι πολύστονον.? αἰαῖ, ἰώ μοι. ὦ Πολύνεικες, ἔφυς ἄρ ἐπώνυμος: ὤμοι μοι, Θῆβαι: σὰ δ ἔρις - οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος - Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖς αἵματι δεινῷ, αἵματι λυγρῷ. τίνα προσῳδὸν ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ἀγκαλέσωμαι, τρισσὰ φέρουσα τάδ αἵματα σύγγονα, ματέρα καὶ τέκνα, χάρματ Ἐρινύος· ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, τᾶς ἀγρίας ὅτε δυσξυνέτου ξυνετὸν μέλος ἔγνω Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι, πάτερ, τίς Ἑλλὰς ἢ βάρβαρος ἢ τῶν προπάροιθ εὐγενετᾶν ἕτερος ἔτλα κακῶν τοσῶνδ αἵματος ἁμερίου τοιάδ ἄχεα φανερά· τάλαιν, ὡς ἐλελίζει - τίς ἄρ ὄρνις, ἢ δρυὸς ἢ ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, μονομάτορσιν ὀδυρμοῖς ἐμοῖς ἄχεσι συνῳδός· αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω μονάδ αἰ- ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν ἰαχήσω. τίν ἐπὶ πρῶτον ἀπὸ χαί- τας σπαραγμοῖς ἀπαρχὰς βάλω· ματρὸς ἐμᾶς ἢ διδύμοι- σι γάλακτος παρὰ μαστοῖς ἢ πρὸς ἀδελ- φῶν οὐλόμεν αἰκίσματα νεκρῶν· ὀτοτοτοῖ λεῖπε σοὺς δόμους, ἀλαὸν ὄμμα φέρων, πάτερ γεραιέ, δεῖξον, Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ δώμασιν ἀέριον σκότον ὄμμασι σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.

κλύεις, ὦ κατ αὐλὰν ἀλαίνων γεραιὸν πόδ ἢ δεμνίοις δύ- στανος ἰαύων· τί μ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ ποδὸς ἐξάγαγες ἐς φῶς λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- τροτάτοισιν δακρύοισιν, πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ νέκυν ἔνερθεν ἢ πτανὸν ὄνειρον· δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, πάτερ, οὐκέτι σοι τέκνα λεύσσει φάος οὐδ ἄλοχος, παραβάκτροις ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, <ὦ> πάτερ, ὤμοι. ὤμοι ἐμῶν παθέων: πάρα γὰρ στενάχειν τάδ, ἀυτεῖν. τρισσαὶ ψυχαί: ποίᾳ μοίρᾳ πῶς ἔλιπον φάος· ὦ τέκνον, αὔδα. οὐκ ἐπ ὀνείδεσιν οὐδ ἐπιχάρμασιν, ἀλλ ὀδύναισι λέγω:

σὸς ἀλάστωρ ξίφεσιν βρίθων καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ὦ πάτερ, ὤ μοι. αἰαῖ. τί τάδε καταστένεις, τέκνα. δι ὀδύνας ἔβας: εἰ δὲ τέθριππά γ ἔθ ἁρ´ματα λεύσσων ἀελίου τάδε σώματα νεκρῶν ὄμματος αὐγαῖς σαῖς ἐπενώμας - τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν: ἁ δὲ τάλαιν ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ· δάκρυα γοερὰ φανερὰ πᾶσι τιθεμένα, τέκεσι μαστὸν ἔφερεν ἔφερεν ἱκέτις ἱκέτιν ὀρομένα. ηὑρ῀ε δ ἐν Ἠλέκτραισι πύλαις τέκνα λωτοτρόφον κατὰ λείμακα λόγχαις, κοινὸν ἐνυάλιον, μάτηρ, ὥστε λέοντας ἐναύλους, μαρναμένους ἐπὶ τραύμασιν, αἵματος ἤδη ψυχρὰν λοιβὰν φονίαν, ἃν ἔλαχ Αἵδας, ὤπασε δ Ἄρης: χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπες ἀμφὶ τέκνοισι. πάντα δ ἐν ἄματι τῷδε συνάγαγεν, ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς τάδε τελευτᾷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION