- 텍스트

Euripides, Phoenissae, episode, lyric 5:

(에우리피데스, Phoenissae, episode, lyric 5:)

ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.? ἐπεὶ τέκνω πεσόντ ἐλειπέτην βίον, ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. τετρωμένους δ ἰδοῦσα καιρίους σφαγὰς ᾤμωξεν: ὦ τέκν, ὑστέρα βοηδρόμος πάρειμι. προσπίτνουσα δ ἐν μέρει τέκνα ἔκλαι, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον στένους, ἀδελφή θ ἡ παρασπίζους ὁμοῦ: ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς προδόντ ἀδελφὼ φιλτάτω. στέρνων δ ἄπο φύσημ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ ἄπο προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ὃ δ ἦν ἔτ ἔμπνους, πρὸς κασιγνήτην δ ἰδὼν γραῖάν τε μητέρ εἶπε Πολυνείκης τάδε: Ἀπωλόμεσθα, μῆτερ: οἰκτίρω δὲ σὲ καὶ τήνδ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. φίλος γὰρ ἐχθρὸς ἐγένετ, ἀλλ ὅμως φίλος. θάψον δέ μ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, μῆτερ - τίθησι δ αὐτὸς ὀμμάτων ἔπι - καὶ χαίρετ: ἤδη γάρ με περιβάλλει σκότος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION