- 텍스트

Euripides, Phoenissae, episode, lyric 4:

(에우리피데스, Phoenissae, episode, lyric 4:)

ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ ἀσπίδας πολὺν ταραγμὸν ἀμφιβάντ εἶχον μάχης.? καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν ἐσήγαγεν σόφισμ ὁμιλίᾳ χθονός. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, προβὰς δὲ κῶλον δεξιὸν δι ὀμφαλοῦ καθῆκεν ἔγχος σφονδύλοις τ ἐνήρμοσεν. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ὃ δ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ὃ καί νιν ἔσφηλ: ἔτι γὰρ ἐμπνέων βραχύ, σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, μόλις μέν, ἐξέτεινε δ εἰς ἧπαρ ξίφος. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. γαῖαν δ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, ς ὅσον στένω: τὰς σὰς δ ἀρὰς ἐοίκεν ἐκπλῆσαι θεός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION