- 텍스트

Euripides, Phoenissae, episode, lyric 1:

(에우리피데스, Phoenissae, episode, lyric 1:)

ἐπεὶ δ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι:? κάπροι δ ὅπως θήγοντες ἀγρίαν γένυν ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας: ᾖσσον δὲ λόγχαις: ἀλλ ὑφίζανον κύκλοις, ὅπως σίδηρος ἐξολισθάνοι μάτην. εἰ δ ὄμμ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ἀλλ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασς ἱδρὼς ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION