호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάγετ ἀνάγετε κωκυ- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.? ὦ τλῆμον, οἱο῀ν τέρμον, Ιὀκάστη, βίου γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος ἀρᾶς τ ἀγώνισμ Οἰδίπου· σήμαινέ μοι. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς οἶσθ: οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ὥστ οὐχ ἅπαντά ς εἰδέναι τὰ δρώμενα. ἐπεὶ δὲ χαλκέοις σῶμ ἐκοσμήσανθ ὅπλοις οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ἔστησαν ἐλθόντ ἐς μέσον μεταίχμιον δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα ὡς εἰς ἀγῶνα μονομάχου τ ἀλκὴν δορός. βλέψας δ ἐπ Ἄργος ἧκε Πολυνείκης ἀράς: ὦ πότνι Ἥρα - σὸς γάρ εἰμ, ἐπεὶ γάμοις ἔζευξ Ἀδράστου παῖδα καὶ ναίω χθόνα - δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ ἐμὴν καθαιματῶσαι δεξιὰν νικηφόρον: - αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. πολλοῖς δ ἐπῄει δάκρυα τῆς τύχης ὅση, κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος βλέψας πρὸς οἶκον ηὔξατ: ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ἐς στέρν ἀδελφοῦ τῆσδ ἀπ ὠλένης βαλεῖν κτανεῖν θ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기