- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

ἀνάγετ ἀνάγετε κωκυ- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.? ὦ τλῆμον, οἱο῀ν τέρμον, Ιὀκάστη, βίου γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος ἀρᾶς τ ἀγώνισμ Οἰδίπου· σήμαινέ μοι. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς οἶσθ: οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ὥστ οὐχ ἅπαντά ς εἰδέναι τὰ δρώμενα. ἐπεὶ δὲ χαλκέοις σῶμ ἐκοσμήσανθ ὅπλοις οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ἔστησαν ἐλθόντ ἐς μέσον μεταίχμιον δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα ὡς εἰς ἀγῶνα μονομάχου τ ἀλκὴν δορός. βλέψας δ ἐπ Ἄργος ἧκε Πολυνείκης ἀράς: ὦ πότνι Ἥρα - σὸς γάρ εἰμ, ἐπεὶ γάμοις ἔζευξ Ἀδράστου παῖδα καὶ ναίω χθόνα - δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ ἐμὴν καθαιματῶσαι δεξιὰν νικηφόρον: - αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. πολλοῖς δ ἐπῄει δάκρυα τῆς τύχης ὅση, κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος βλέψας πρὸς οἶκον ηὔξατ: ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ἐς στέρν ἀδελφοῦ τῆσδ ἀπ ὠλένης βαλεῖν κτανεῖν θ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ἐπεὶ δ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι:

κάπροι δ ὅπως θήγοντες ἀγρίαν γένυν ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας: ᾖσσον δὲ λόγχαις: ἀλλ ὑφίζανον κύκλοις, ὅπως σίδηρος ἐξολισθάνοι μάτην. εἰ δ ὄμμ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ἀλλ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασς ἱδρὼς ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν. Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος τίθησι:

Πολυνείκης δ ἀπήντησεν δορί, πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ: στρατὸς δ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς Κάδμου πολίταις, ἀπὸ δ ἔθραυς ἄκρον δόρυ. ἐς δ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν χωρεῖ, λαβὼν δ ἀφῆκε μάρμαρον πέτρον μέσον δ ἄκοντ ἔθραυσεν: ἐξ ἴσου δ Ἄρης ἦν, κάμακος ἀμφοῖν χεῖρ ἀπεστερημένοιν. ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ ἀσπίδας πολὺν ταραγμὸν ἀμφιβάντ εἶχον μάχης.

καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν ἐσήγαγεν σόφισμ ὁμιλίᾳ χθονός. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, προβὰς δὲ κῶλον δεξιὸν δι ὀμφαλοῦ καθῆκεν ἔγχος σφονδύλοις τ ἐνήρμοσεν. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ὃ δ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ὃ καί νιν ἔσφηλ: ἔτι γὰρ ἐμπνέων βραχύ, σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, μόλις μέν, ἐξέτεινε δ εἰς ἧπαρ ξίφος. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. γαῖαν δ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, ς ὅσον στένω: τὰς σὰς δ ἀρὰς ἐοίκεν ἐκπλῆσαι θεός. ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.

ἐπεὶ τέκνω πεσόντ ἐλειπέτην βίον, ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. τετρωμένους δ ἰδοῦσα καιρίους σφαγὰς ᾤμωξεν: ὦ τέκν, ὑστέρα βοηδρόμος πάρειμι. προσπίτνουσα δ ἐν μέρει τέκνα ἔκλαι, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον στένους, ἀδελφή θ ἡ παρασπίζους ὁμοῦ: ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς προδόντ ἀδελφὼ φιλτάτω. στέρνων δ ἄπο φύσημ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ ἄπο προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ὃ δ ἦν ἔτ ἔμπνους, πρὸς κασιγνήτην δ ἰδὼν γραῖάν τε μητέρ εἶπε Πολυνείκης τάδε: Ἀπωλόμεσθα, μῆτερ: οἰκτίρω δὲ σὲ καὶ τήνδ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. φίλος γὰρ ἐχθρὸς ἐγένετ, ἀλλ ὅμως φίλος. θάψον δέ μ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, μῆτερ - τίθησι δ αὐτὸς ὀμμάτων ἔπι - καὶ χαίρετ: ἤδη γάρ με περιβάλλει σκότος. ἄμφω δ ἅμ ἐξέπνευσαν ἄθλιον βίον.

μήτηρ δ, ὅπως ἐσεῖδε τήνδε συμφοράν, ὑπερπαθήσας, ἡρ´πας ἐκ νεκρῶν ξίφος κἄπραξε δεινά: διὰ μέσου γὰρ αὐχένος ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις θανοῦσα κεῖται περιβαλοῦς ἀμφοῖν χέρας. ἀνῇξε δ ὀρθὸς λαὸς εἰς ἔριν λόγων, ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν, οἳ δ ὡς ἐκεῖνον.

πόλει δ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι τῇδ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι. ἦν δ ἔρις στρατηλάταις, οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί, οἳ δ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι. κἀν τῷδ ὑπεξῆλθ Ἀντιγόνη στρατοῦ δίχα. οἳ δ εἰς ὅπλ ᾖσσον: εὖ δέ πως προμηθίᾳ καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι: κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν. κοὐδεὶς ὑπέστη, πεδία δ ἐξεπίμπλασαν φεύγοντες, ἔρρει δ αἷμα μυρίων νεκρῶν λόγχαις πιτνόντων. ὡς δ ἐνικῶμεν μάχῃ, οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας, οἳ δ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν σκυλεύματ εἴσω τειχέων ἐπέμπομεν. ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα νεκροὺς φέρουσιν ἐνθάδ οἰκτίσαι φίλοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION