호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τάλας ἐγώ, τίν εἴπω μῦθον ἢ τίνας γόους·? οἰχόμεσθ: οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. ὦ τάλας, δισσῶς ἀυτῶ: μεγάλα γὰρ φέρω κακά. πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί· οὐκέτ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον. αἰαῖ:
μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. ὦ δώματ εἰσηκούσατ Οἰδίπου τάδε παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων· ὥστ ἂν δακρῦσαί γ, εἰ φρονοῦντ ἐτύγχανεν. οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, οἴμοι κακῶν δύστηνος: ὦ τάλας ἐγώ. εἰ καὶ τὰ πρὸς τούτοισί γ εἰδείης κακά. καὶ πῶς γένοιτ ἂν τῶνδε δυσποτμώτερα· τέθνηκ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기