- 텍스트

Euripides, Phoenissae, episode 1:

(에우리피데스, Phoenissae, episode 1:)

οἴμοι, τί δράσω·? πότερ ἐμαυτὸν ἢ πόλιν στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος τοιοῦτον ὥστε δι Ἀχέροντος ἱέναι· ἐμός τε γὰρ παῖς γῆς ὄλωλ ὑπερθανών, τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ ἐμοί: ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν αὐτοσφαγῆ δύστηνος ἐκόμις ἐν χεροῖν, βοᾷ δὲ δῶμα πᾶν: ἐγὼ δ ἥκω μέτα γέρων ἀδελφὴν γραῖαν Ιὀκάστην, ὅπως λούσῃ προθῆταί τ οὐκέτ ὄντα παῖδ ἐμόν. τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν. βέβηκ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί. ποῖ· κἀπὶ ποίαν συμφοράν· σήμαινέ μοι. ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ ἐς ἀσπίδ ἥξειν βασιλικῶν δόμων ὕπερ. πῶς φῄς· νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ οὐκ ἐς τόδ ἦλθον ὥστε καὶ τάδ εἰδέναι. ἀλλ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι: δοκῶ δ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION