- 텍스트

Euripides, Phoenissae, choral, antistrophe 1

(에우리피데스, Phoenissae, choral, antistrophe 1)

χρόνῳ δ ἔβα Πυθίαις ἀποστολαῖσιν Οἰδίπους ὁ τλάμων Θηβαίαν τάνδε γᾶν τότ ἀσμένοις, πάλιν δ ἄχη:? ματρὶ γὰρ γάμους δυσγάμους τάλας καλλίνικος ὢν αἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν: δι αἱμάτων δ ἀμείβει μυσαρὸν εἰς ἀγῶνα καταβαλὼν ἀραῖσι τέκεα μέλεος. ἀγάμεθ ἀγάμεθ, ὃς ἐπὶ θάνατον οἴχεται γᾶς ὑπὲρ πατρῴας, Κρέοντι μὲν λιπὼν γόους, τὰ δ ἑπτάπυργα κλῇθρα γᾶς καλλίνικα θήσων. γενοίμεθ ὧδε ματέρες γενοίμεθ εὔτεκνοι, φίλα Παλλάς, ἃ δράκοντος αἷμα λιθόβολον κατειργάσω, Καδμείαν μέριμναν ὁρμήσας ἐπ ἔργον, ὅθεν ἐπέσυτο τάνδε γαῖαν ἁρπαγαῖσι δαιμόνων τις ἄτα.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION