- 텍스트

Euripides, Phoenissae, choral, strophe 1

(에우리피데스, Phoenissae, choral, strophe 1)

ἔβας ἔβας, ὦ πτεροῦσσα, γᾶς λόχευμα νερτέρου τ Ἐχίδνας, Καδμείων ἁρπαγά, πολύφθορος πολύστονος μειξοπάρθενος, δάιον τέρας, φοιτάσι πτεροῖς χαλαῖσί τ ὠμοσίτοις:? Διρκαίων ἅ ποτ ἐκ τόπων νέους πεδαίρους ἄλυρον ἀμφὶ μοῦσαν ὀλομέναν τ Ἐρινὺν ἔφερες ἔφερες ἄχεα πατρίδι φόνια: φόνιος ἐκ θεῶν ὃς τάδ ἦν ὁ πράξας. ἰάλεμοι δὲ ματέρων, ἰάλεμοι δὲ παρθένων ἐστέναζον οἴκοις: ἰηιήιον βοάν, ἰηιήιον μέλος, ἄλλος ἄλλ ἐπωτότυζε διαδοχαῖς ἀνὰ πτόλιν. βροντᾷ δὲ στεναγμὸς ἀχά τ ἦν ὅμοιος, ὁπότε πόλεος ἀφανίσειεν ἁ πτεροῦσσα παρθένος τιν ἀνδρῶν.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION