호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτεκες, ὦ Γαῖ, ἔτεκές ποτε, βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ ἐν οἴκοις, τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος:? Ἁρμονίας δέ ποτ εἰς ὑμεναίους ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, Δίρκα χλοεροτρόφον ᾇ πεδίον πρόπαρ Ἰσμηνοῦ καταδεύει: Ιὤ θ, ἁ κερόεσσα προμάτωρ, Καδμείων βασιλῆας ἐγείνατο, μυριάδας δ ἀγαθῶν ἑτέροις ἑτέ- ρας μεταμειβομένα πόλις ἅδ ἐπ ἄκροις ἕστακ Ἀρηΐοις στεφάνοισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기