호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ζαθέων πετάλων πολυθηρότα- τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμ Ιὀκάστας, ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, χρυσοδέτοις περόναις ἐπίσαμον:? μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν πένθεα γαίας Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς γένναν, ἃν ὁ κατὰ χθονὸς Αἵδας Καδμείοις ἐπιπέμπει: δυσδαίμων δ ἔρις ἄλλα θάλλει παίδων Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν. οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ ἔφυ καλόν, οὐδ οἱ μὴ νόμιμοι παῖδες ματρὶ λόχευμα, μίασμα πατρός: ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기