- 텍스트

Euripides, Phoenissae, choral, strophe 1

(에우리피데스, Phoenissae, choral, strophe 1)

ὦ πολύμοχθος Ἄρης, τί ποθ αἵματι καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς·? οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὡρ´ας βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβας κῶμον ἀναυλότατον προχορεύεις. οὐδ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, ἁρ´μασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων ἱππείαις ἐπὶ χεύμασι βαίνων Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας Σπαρτῶν γένναν, ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, ἀντίπαλον κατὰ λάινα τείχεα χαλκῷ κοσμήσας. ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε μήσατο πήματα γᾶς βασιλεῦσιν, Λαβδακίδαις πολυμόχθοις.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION