- 텍스트

Euripides, Phoenissae, episode

(에우리피데스, Phoenissae, episode)

χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως Κρέοντ, ἀδελφὸν μητρὸς Ιὀκάστης ἐμῆς, λέγων τάδ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.? καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών: ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ ἐμούς. ἦ πόλλ ἐπῆλθον εἰσιδεῖν χρῄζων ς, ἄναξ Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας φυλακάς τ ἐπῆλθον σὸν δέμας θηρώμενος. καὶ μὴν ἐγὼ ς ἔχρῃζον εἰσιδεῖν, Κρέον: πολλῷ γὰρ ηὑρ῀ον ἐνδεεῖς διαλλαγάς ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, κήδει τ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ἀλλ ἐς θεοὺς χρὴ ταῦτ ἀναρτήσαντ ἔχειν: ἃ δ ἐμποδὼν μάλιστα, ταῦθ ἥκω φράσων. τὰ ποῖα ταῦτα· τὸν λόγον γὰρ ἀγνοῶ. ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον· μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν ὅπλοις ἑλίξειν αὐτίκ Ἀργείων στρατόν. ἐξοιστέον τἄρ ὅπλα Καδμείων πόλει. ποῖ· μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή ς ὁρᾶν· ἐκτὸς τάφρων τῶνδ, ὡς μαχουμένους τάχα. σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ ἄφθονοι. ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. ἔχει τιν ὄγκον τἄργος Ἑλλήνων πάρα. θάρσει: τάχ αὐτῶν πεδίον ἐμπλήσω φόνου. θέλοιμ ἄν: ἀλλὰ τοῦθ ὁρῶ πολλοῦ πόνου. ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. βούλῃ τράπωμαι δῆθ ὁδοὺς ἄλλας τινάς· πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου· εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. ἀλλ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ· ἔκπληξις ἂν γένοιτο: νικῆσαι δὲ δεῖ. βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. τί δ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν· κἀκεῖ πέφρακται λαὸς ἁρ´μασιν πέριξ. τί δῆτα δράσω· πολεμίοισι δῶ πόλιν· μὴ δῆτα: βουλεύου δ, ἐπείπερ εἶ σοφός. τίς οὖν πρόνοια γίγνεται σοφωτέρα· ἕπτ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκους ἐγώ - τί προστετάχθαι δρᾶν·

τὸ γὰρ σθένος βραχύ. λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις. τί δῆτα δρῶμεν· ἀπορίαν γὰρ οὐ μενῶ. ἕπτ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. λόχων ἀνάσσειν ἢ μονοστόλου δορός· λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. ξυνῆκ: ἀμύνειν τειχέων προσαμβάσεις. καὶ ξυστρατήγους <γ>: εἷς δ ἀνὴρ οὐ πάνθ ὁρᾷ. θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ· ἀμφότερον: ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. ἔσται τάδ: ἐλθὼν ἑπτάπυργον ἐς πόλιν τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. ὄνομα δ ἑκάστου διατριβὴ πολλὴ λέγειν, ἐχθρῶν ὑπ αὐτοῖς τείχεσιν καθημένων. ἀλλ εἶμ, ὅπως ἂν μὴ καταργῶμεν χέρα. καί μοι γένοιτ ἀδελφὸν ἀντήρη λαβεῖν καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. κτανεῖν θ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. γάμους δ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, σοὶ χρὴ μέλεσθαι: τὴν δόσιν δ ἐχέγγυον τὴν πρόσθε ποιῶ νῦν ἐπ ἐξόδοις ἐμαῖς. μητρὸς δ ἀδελφὸς εἶ: τί δεῖ μακρηγορεῖν· τρέφ ἀξίως νιν σοῦ τε τήν τ ἐμὴν χάριν. πατὴρ δ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, ὄψιν τυφλώσας: οὐκ ἄγαν σφ ἐπῄνεσα: ἡμᾶς δ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. ἓν δ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, τοῦδ ἐκπυθέσθαι ταῦτ:

ἐγὼ δὲ παῖδα σὸν Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον: σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. πόλει δὲ καὶ σοὶ ταῦτ ἐπισκήπτω, Κρέον: ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. σοὶ μὲν τάδ εἶπον: προσπόλοις δ ἐμοῖς λέγω: ἐκφέρετε τεύχη πάνοπλά τ ἀμφιβλήματα, ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς ὁρμώμεθ ἤδη ξὺν δίκῃ νικηφόρῳ. τῇ δ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION