- 텍스트

Euripides, Phoenissae, choral, antistrophe 1

(에우리피데스, Phoenissae, choral, antistrophe 1)

ἔνθα φόνιος ἦν δράκων Ἄρεος ὠμόφρων φύλαξ νάματ ἔνυδρα καὶ ῥέεθρα χλοερὰ δεργμάτων κόραισι πολυπλάνοις ἐπισκοπῶν:? ὃν ἐπὶ χέρνιβας μολὼν Κάδμος ὄλεσε μαρμάρῳ: κρᾶτα φόνιον ὀλεσίθηρος ὠλένας δικὼν βολαῖς, δίας ἀμάτορος <δ> ἐς βαθυσπόρους γύας γαπετεῖς δικὼν ὀδόν- τας Παλλάδος φραδαῖσιν: ἔνθεν ἐξανῆκε γᾶ πάνοπλον ὄψιν ὑπὲρ ἄκρων ὁρ´ων χθονός: σιδαρόφρων δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. αἵματος δ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι δεῖξεν αἰθέρος πνοαῖς.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION