호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κάδμος ἔμολε τάνδε γᾶν Τύριος, ᾧ τετρασκελὴς μόσχος ἀδάματον πέσημα δίκε τελεσφόρον διδοῦσα χρησμόν, οὗ κατοικίσαι πεδία νιν τὸ θέσφατον πυροφόρα δόμων ἔχρη, καλλιπόταμος ὕδατος ἵνα τε νοτὶς ἐπέρχεται γύας, Δίρκας χλοηφόρους καὶ βαθυσπόρους γύας:? Βρόμιον ἔνθα τέκετο μά- τηρ Διὸς γάμοισι, κισσὸς ὃν περιστεφὴς ἕλικος εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι καὶ γυναιξὶν εὐίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기