- 텍스트

Euripides, Phoenissae, episode, trochees

(에우리피데스, Phoenissae, episode, trochees)

μῆτερ, οὐ λόγων ἔθ ἁγών, ἀλλ ἀναλοῦται χρόνος οὑν μέσῳ μάτην, περαίνει δ οὐδὲν ἡ προθυμία:? οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ πὶ τοῖς εἰρημένοις, ὥστ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ ἄνακτ εἶναι χθονός: τῶν μακρῶν δ ἀπαλλαγεῖσα νουθετημάτων μ ἐά. καὶ σὺ τῶνδ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. πρὸς τίνος· τίς ὧδ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον· ἐγγύς, οὐ πρόσω βέβηκεν: ἐς χέρας λεύσσεις ἐμάς· εἰσορῶ: δειλὸν δ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην· ἀσφαλὴς γάρ ἐστ ἀμείνων ἢ θρασὺς στρατηλάτης. κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. καὶ σέ: δεύτερον δ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. οὐκ ἀπαιτούμεσθ: ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. τοῦ μέρους ἔχων τὸ πλεῖον· φήμ: ἀπαλλάσσου δὲ γῆς. ὦ θεῶν βωμοὶ πατρῴων - οὓς σὺ πορθήσων πάρει. κλύετέ μου - τίς δ ἂν κλύοι σου πατρίδ ἐπεστρατευμένου· καὶ θεῶν τῶν λευκοπώλων δώματα - οἳ στυγοῦσί σε. ἐξελαυνόμεσθα πατρίδος - καὶ γὰρ ἦλθες ἐξελῶν. ἀδικίᾳ γ, ὦ θεοί. Μυκήναις, μὴ νθάδ ἀνακάλει θεούς. ἀνόσιος πέφυκας - ἀλλ οὐ πατρίδος, ὡς σύ, πολέμιος. ὅς μ ἄμοιρον ἐξελαύνεις. καὶ κατακτενῶ γε πρός. ὦ πάτερ, κλύεις ἃ πάσχω· καὶ γὰρ οἱᾶ δρᾷς κλύει. καὶ σύ, μῆτερ· ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. ὦ πόλις. μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION