- 텍스트

Euripides, Phoenissae, episode, trochees

(에우리피데스, Phoenissae, episode, trochees)

μῆτερ, οὐ λόγων ἔθ ἁγών, ἀλλ ἀναλοῦται χρόνος οὑν μέσῳ μάτην, περαίνει δ οὐδὲν ἡ προθυμία:? οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ πὶ τοῖς εἰρημένοις, ὥστ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ ἄνακτ εἶναι χθονός: τῶν μακρῶν δ ἀπαλλαγεῖσα νουθετημάτων μ ἐά. καὶ σὺ τῶνδ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. πρὸς τίνος· τίς ὧδ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον· ἐγγύς, οὐ πρόσω βέβηκεν: ἐς χέρας λεύσσεις ἐμάς· εἰσορῶ: δειλὸν δ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην· ἀσφαλὴς γάρ ἐστ ἀμείνων ἢ θρασὺς στρατηλάτης. κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. καὶ σέ: δεύτερον δ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. οὐκ ἀπαιτούμεσθ: ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. τοῦ μέρους ἔχων τὸ πλεῖον· φήμ: ἀπαλλάσσου δὲ γῆς. ὦ θεῶν βωμοὶ πατρῴων - οὓς σὺ πορθήσων πάρει. κλύετέ μου - τίς δ ἂν κλύοι σου πατρίδ ἐπεστρατευμένου· καὶ θεῶν τῶν λευκοπώλων δώματα - οἳ στυγοῦσί σε. ἐξελαυνόμεσθα πατρίδος - καὶ γὰρ ἦλθες ἐξελῶν. ἀδικίᾳ γ, ὦ θεοί. Μυκήναις, μὴ νθάδ ἀνακάλει θεούς. ἀνόσιος πέφυκας - ἀλλ οὐ πατρίδος, ὡς σύ, πολέμιος. ὅς μ ἄμοιρον ἐξελαύνεις. καὶ κατακτενῶ γε πρός. ὦ πάτερ, κλύεις ἃ πάσχω· καὶ γὰρ οἱᾶ δρᾷς κλύει. καὶ σύ, μῆτερ· ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. ὦ πόλις. μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ. εἶμι, μὴ πόνει:

σὲ δ αἰνῶ, μῆτερ. ἔξιθι χθονός. ἔξιμεν: πατέρα δέ μοι δὸς εἰσιδεῖν. οὐκ ἂν τύχοις. ἀλλὰ παρθένους ἀδελφάς. οὐδὲ τάσδ ὄψῃ ποτέ. ὦ κασίγνηται. τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν· μῆτερ, ἀλλά μοι σὺ χαῖρε. χαρτὰ γοῦν πάσχω, τέκνον. οὐκέτ εἰμὶ παῖς σός. ἐς πόλλ ἀθλία πέφυκ ἐγώ. ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. καὶ γὰρ ἀνθυβρίζομαι. ποῦ ποτε στήσῃ πρὸ πύργων· ὡς τί μ ἱστορεῖς τόδε· ἀντιτάξομαι κτενῶν σε. κἀμὲ τοῦδ ἔρως ἔχει. ὦ τάλαιν ἐγώ: τί δράσετ, ὦ τέκνα· αὐτὸ σημανεῖ. πατρὸς οὐ φεύξεσθ Ἐρινῦς· ἐρρέτω πρόπας δόμος. ὡς τάχ οὐκέθ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, δοῦλος ὥς, ἀλλ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς: κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δ αἰτιῶ: οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ ἐξελαύνομαι χθονός. καὶ σύ, Φοῖβ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, ἥλικές θ οὑμοί, θεῶν τε δεξίμηλ ἀγάλματα. οὐ γὰρ οἶδ εἴ μοι προσειπεῖν αὖθις ἔσθ ὑμᾶς ποτε: ἐλπίδες δ οὔπω καθεύδους, αἷς πέποιθα σὺν θεοῖς τόνδ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. ἔξιθ ἐκ χώρας: ἀληθῶς δ ὄνομα Πολυνείκη πατὴρ ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION